Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.234.3 | Hdt. 7.235.3 (English) | >>Hdt. 7.236.3 |
7.235.1
ὁ δʼ ἀμείβετο · “ὦ βασιλεῦ , εἰ μὲν δὴ συμβουλεύεαί μοι προθύμως , δίκαιόν με σοί ἐστι φράζειν τὸ ἄριστον · εἰ τῆς ναυτικῆς στρατιῆς νέας τριηκοσίας ἀποστείλειας ἐπὶ τὴν Λάκαιναν χώρην .
7.235.2 ἔστι δὲ ἐπʼ αὐτῇ νῆσος ἐπικειμένη τῇ οὔνομα ἐστὶ Κύθηρα , τὴν Χίλων ἀνὴρ παρʼ ἡμῖν σοφώτατος γενόμενος κέρδος μέζον ἂν ἔφη εἶναι Σπαρτιήτῃσι κατὰ τῆς θαλάσσης καταδεδυκέναι μᾶλλον ἢ ὑπερέχειν , αἰεί τι προσδοκῶν ἀπʼ αὐτῆς τοιοῦτο ἔσεσθαι οἷόν τοι ἐγὼ ἐξηγέομαι , οὔτι τὸν σὸν στόλον προειδώς , ἀλλὰ πάντα ὁμοίως φοβεόμενος ἀνδρῶν στόλον .
7.235.3 ἐκ ταύτης τῆς νήσου ὁρμώμενοι φοβεόντων τοὺς Λακεδαιμονίους . παροίκου δὲ πολέμου σφι ἐόντος οἰκηίου , οὐδὲν δεινοὶ ἔσονταί τοι μὴ τῆς ἄλλης Ἑλλάδος ἁλισκομένης ὑπὸ τοῦ πεζοῦ βοηθέωσι ταύτῃ . καταδουλωθείσης δὲ τῆς ἄλλης Ἑλλάδος ἀσθενὲς ἤδη τὸ Λακωνικὸν μοῦνον λείπεται .
7.235.4 ἢν δὲ ταῦτα μὴ ποιέῃς , τάδε τοι προσδόκα ἔσεσθαι . ἔστι τῆς Πελοποννήσου ἰσθμὸς στεινός · ἐν τούτῳ τῷ χώρῳ πάντων Πελοποννησίων συνομοσάντων ἐπὶ σοὶ μάχας ἰσχυροτέρας ἄλλας τῶν γενομενέων προσδέκεο ἔσεσθαί τοι . ἐκεῖνο δὲ ποιήσαντι ἀμαχητὶ ὅ τε ἰσθμὸς οὗτος καὶ αἱ πόλιες προσχωρήσουσι .”;
ch. 236
7.236.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.234.3 | Hdt. 7.235.3 (English) | >>Hdt. 7.236.3 |